Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 37.53 Dem. 37.55 (English) >>Dem. 37.58

37.54ὅστις δʼ εἴργασται μὲν ὥσπερ ἐγὼ πλέων καὶ κινδυνεύων, εὐπορήσας δὲ μικρῶν ἐδάνεισεν ταῦτα, καὶ χαρίσασθαι βουλόμενος καὶ μὴ λαθεῖν διαρρυὲν αὑτὸν τἀργύριον, τί τις ἂν τοῦτον εἰς ἐκείνους τιθείη; εἰ μὴ τοῦτο λέγεις, ὡς ὃς ἂν σοὶ δανείσῃ, τοῦτον δημοσίᾳ μισεῖσθαι προσήκει. λέγε δή μοι τὰς μαρτυρίας, τίς ἐγὼ πρὸς τοὺς συμβάλλοντας ἄνθρωπος καὶ πρὸς τοὺς δεομένους εἰμί.Μαρτυρίαι

37.55τοιοῦτος, Πανταίνετε, ἐγώ, ταχὺ βαδίζων, καὶ τοιοῦτος σύ, ἀτρέμας. ἀλλὰ μὴν περὶ τοῦ ἐμοῦ γε βαδίσματος τῆς διαλέκτου, τἀληθῆ πάντʼ ἐρῶ πρὸς ὑμᾶς, ἄνδρες δικασταί, μετὰ παρρησίας. ἐγὼ γὰρ οὐχὶ λέγηθʼ ἐμαυτόν, οὐδʼ ἀγνοῶ, οὐ τῶν εὖ πεφυκότων κατὰ ταῦτʼ ὢν ἀνθρώπων, οὐδὲ τῶν λυσιτελούντως ἑαυτοῖς. εἰ γὰρ ἐν οἷς μηδὲν ὠφελοῦμαι ποιῶν, λυπῶ τινάς, πῶς οὐκ ἀτυχῶ κατὰ τοῦτο τὸ μέρος; 37.56ἀλλὰ τί χρὴ παθεῖν; ἂν τῷ δεῖνι δανείσω, διὰ ταῦτα δίκην προσοφλεῖν; μηδαμῶς. κακίαν γὰρ ἐμοὶ καὶ πονηρίαν οὔθʼ οὗτος προσοῦσαν οὐδεμίαν δείξει, οὔθʼ ὑμῶν τοσούτων ὄντων οὐδὲ εἷς σύνοιδεν. τἄλλα δὲ ταῦθʼ ἕκαστος ἡμῶν, ὅπως ἔτυχεν, πέφυκεν οἶμαι. καὶ φύσει μάχεσθαι μὲν ἔχοντʼ οὐκ εὔπορόν ἐστιν (οὐ γὰρ ἂν ἀλλήλων διεφέρομεν οὐδέν), γνῶναι δʼ ἰδόνθʼ ἕτερον καὶ ἐπιπλῆξαι ῥᾴδιον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 37.53 Dem. 37.55 (English) >>Dem. 37.58

Powered by PhiloLogic